Ancient Greek
132.6
Aeschylus, Fragmenta 132.6
Unproofread scanNot analysed yet
326 ὃς εἶχε πώλους τέσσαρας ξυγηφόρους φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένας Αἰσχύλος δὲ φησὶ καὶ τὴν τάφρον αὐλῶνα, ἔνθα καὶ φιμοὺς λέγει αὐλωτοὺς διὰ τὸ κώδωνας, φησί, προσῆφθαι αὐτοῖς, οἷς ἐμφυσῶντες οἱ ἵπποι ὡς φωνὴν σάλπιγγος προΐεντο. γράφει οὖν οὕτως ‘ὃς εἶχε —ἐστομωμένας‘. v. 1 τέτταρας Eust. v. 2 respicit Pollux 10, 56: ἐκαλοῦντο δέ τινες καὶ αὐλωτοὶ φιμοὶ διὰ τὸ κώδωνας ἔχειν προσηρτημένους, οἷς ἐγχρεμετίζοντες οἱ ἵπποι ἦχον ἐποίουν προσόμοιον αὐλῷ. item Hesych. 1 p. 323: αὐλωτοὶ φιμοί (αὐλωτοίφιμοι cod.) :οἱ κημοί, διὰ τὸ τοῖς κημοῖς κώδωνας προσἤφθαι, εἰς οὓς ἐμφυσῶντες οἱ ἵπποι φωνὴν σάλπιγγος προΐεντο. Glauci Potniensis esse locum coniecit Hermann.