Ancient Greek
66.2
Aeschylus, Fragmenta 66.2
Unproofread scanNot analysed yet
Ῥαδάμανθυν, ὅς περ ἄφθιτος παίδων ἐμῶν· ἀλλ’ οὐκ ἐν αὐγαῖς ταῖς ἐμαῖς ζόας ἔχει, τὸ μὴ παρόν τε τέρψιν οὐκ ἔχει φίλοις· τρίτον δὲ τοῦ νῦν φροντίσιν χειμάζομαι Σαρπηδόν’, αἰχμὴ δ’ ἐξ Ἄρεως καθίκετο· Καρῶν γὰρ ἥκει 〈γαῖαν Ἀγαμέμνων ἄναξ ἄγων ὅσοι περ Ἑλλάδος〉 λωτίσματα πάσης, ὑπερφέροντες ἁλκίμῳ σθένει· αὐχεῖ δὲ Τρώων ἄστυ πορθήσειν βίᾳ· πρὸς οἷς δέδοικα, μή τι μαργαίνων δόρει ὑπέρτατον δράσῃ τε καὶ πάθῃ κακόν. λεπτὴ γὰρ ἐλπὶς ἥδ’ ἐπὶ ξυροῦ τ’ ἔβην μὴ πάντα παιδὸς ἐκχέω πρὸς αἵματι.