Ancient Greek
79.4 to 82.2
Aeschylus, Fragmenta 79.4-82.2
Unproofread scanNot analysed yet
Ἰὼ Κάικε Μόσιαί τ’ ἐπιρροαί ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σῴζοις δεσπότας παιωνίαις. —ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτως καλοῦσιν —ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων ‘ποταμοῦ —παιωνίαισ’. Harpocr. v. ὀργεῶνας p. 139, 4: οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ λεπτὸς δὲ σινδὼν ἀμφιβαλλέσθω χροΐ ἀθήρ Hesych. 1 p. 80: ἀθήρ· ἐπιδορατίς, μεταφορικῶς. Αἰσχύλος Νηρεῖσι (νηρεῖ codex). Eust. Il. p. 1206, 10: ὅτι δὲ ἀθὴρ καὶ ἐπιδορατὶς λέγεται ἀπὸ μεταφορᾶς τῶν ἀσταχύων, δηλοῦσιν οἱ παλαιοί. Anecd. Bekk. p. 353, 17: λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ.