Ancient Greek
84.1
Aeschylus, Fragmenta 84.1
Unproofread scanNot analysed yet
θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ. ἐφημένη τάφον τέκνοις ἐπῷζε τοῖς τεθνηκόσιν σπείρω δ’ ἄρουραν δώδεχ’ ἡμερῶν ὁδόν, Βερέκνυτα χῶρον, ἔνθ’ Ἀδραστείας ἔδος Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασιν ἔρπουσι μήλων, πᾶν δ’ ἐρέχθει πέδον.