Ancient Greek
87.8
Aeschylus, Fragmenta 87.8
Unproofread scanNot analysed yet
ὀρεσσιγόνοισι νύμφαις κρηνιάσιν κυδραῖσι θεαῖσιν ἀγείρω Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις Ar. Ran. 1344: Νύμφαι ὀρεσσίγονοι, ubi Schol. :ἐκ τῶν Ξαντριῶν Αἰσχύλου (ita RV, Εὐριπίδου ceteri), φησὶν Ἀσκληπιάδης· εὖρε δὲ Ἀθήνησιν ἔν τινι τῶν διαθέντων (διαθέντων codex Θ, διασωθέντων αὐτογράφων Dobree, διασωθέντων Dindorf) ‘νύμφαι ὀρεσιγόνιαι (ὀρεσιγόνιοι V) θεαῖσιν ἀγείρω, Ἰνάχου Ἀργείου ὑπὸ ποταμοῦ παισὶ βιοδώροισ’. Plat. Rei publ. II p. 381 D (quem locum repetit Eusebius P. E. XIII p. 645 C): μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδεὶς μηδ’ ἐν τραγῳδίαις μηδ’ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην ὡς ἱέρειαν ἀγείρουσαν ‘Ἰνάχου Ἀργείου ποταμοῦ παισὶ βιοδώροισ’. Diogenes Epist. 34, 2 p. 248: τῶν τραγῳδοποιῶν οἵτινες Ἥραν τε τὴν Διὸς παράκοιτιν ἔφασαν εἰς ἱέρειαν μεταμορφωθεῖσαν τοιοῦτον βίον σχῆμα ἀναλαβεῖν ‘νύμφαις κρήναισιν κυδραῖς θεαῖς ἀγείρουσαν Ἰνάχου Ἀργείας ποταμοῦ παισὶν βιοδώροισ’. Paul. 8, 6, 6: ὁ δὲ Ἴναχος ἐφ’ ὅσον μὲν πρόεισι κατὰ τὴν ὁδὸν τὴν διὰ τοῦ ὄρους, τοῦτό ἐστιν Ἀργείοις καὶ Μαντινεῦσιν ὄρος