Ancient Greek
88.9 to 93.10
Aeschylus, Fragmenta 88.9-93.10
Unproofread scanNot analysed yet
κάμακες πεύκης οἱ πυρίφλεκτοι Pollux 10, 117: τὰς μέντοι λαμπάδας καὶ κάμακας εἴρηκεν ἐν Ξαντρίαις Αἰσχύλος ‘κάμακες -πυρίφλεκτοι‘. τῶνδε βούλευτις πόνων ΟΙΔΙΠΟΤΣ ἐπῆμεν τῆς ὁδοῦ τροχήλατον σχιστῆς κελεύθου τρίοδον, ἔνθα συμβολὰς τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν. ΟΠΑΩΝ ΚΡΙΣΙΣ δέσποινα πεντήκοντα Νηρήδων κορῶν ἀλλ’ Ἀντικλείας ἄσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω τοι μητρός, ἥ σ’ ἐγείνατο. Schol. Soph. Ai. 190: τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς καὶ ἐν Συνδείπνῳ —καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει ‘ἀλλ’ ἁπλᾶ γάρ ἐστι τῆς ἀληθείας ἔπη. τί γὰρ καλὸν ζῆν βίον ὃς λύπας φέρει; χλήδοντα ὈΣΤΟΛΟΓΟΙ- Εὐρύμαχος οὐκ ἄλλος οὐδὲν ἡσσόνως ὕβρις‘ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί· ἦν μὲν γὰρ αὐτῷ σκοπὸς ἀεὶ τοὐμὸν κάρα τοῦ δ’ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο Ath. XV p. 667 C: καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων ‘Εὐρύμαχος —ἐφίετο‘. cf. Ath. XI p. 782 E: ἐντεῦθεν νοοῦμεν τοὺς παρ’ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος γελωτοποιούν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί. ΠΑΛΑΜΗΔΗΣ τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης; καὶ ταξιάρχας καὶ στρατάρχας καὶ ἑκατοντάρχας ἔταξα, σῖτον δ’ εἰδέναι διώρισα, ἄριστα, δεῖπνα δόρπα δ’ αἱρεῖσθαι τρίτα. ΠΕΝΘΕΤΣ Argum. Eur. Bacch. :ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Πενθεῖ. μηδ’ αἵματος πέμφιγα πρὸς πέδῳ βάλῃς τῆς ῥανίδος ὁ αὐτὸς φησὶν ἐν Προμηθεῖ -καὶ ἐν Πενθεῖ ‘μηδ’ -βάλῃσ’. ΠΕΡΡΑΙΒΙΑΕΣ ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια, ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα; ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προσβεβλημένοις τέθνηκεν αἰσχρὸς χρημάτων ἀπαύλη Eust. Il. p. 352, 34: ἀπὸ τοῦ ῥηθέντος αἰόλω καὶ ἀπαύλη γίνεται ἡ ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος ‘τέθνηκεν -ἀπαύλη’. Hesych. 1 p. 224: ἀπαύλη· ἀπάτη, ἀποστέρησις. Αἰσχύλος Περραιβίσιν (περρέβην codex). Anecd. Bekk. p. 419, 12: ἀπαύλη· ἀπάτη ἢ ἀποστέρησις. οἰκτρῶς vel οἰκτρὸς pro αἰσχρὸς iure requirit F. G. Schmidt Kril. Stud. 1 p. 109 sq.