Ancient Greek · ~6 min
Choral 3
Aeschylus, Χοηφόροι 3
Not analysed yet
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ,
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνοι στολμοὶ
πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς γὰρ ὀρθόθριξ φόβος,
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί <τε> τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα,
μωμένα μ᾽ ἰάλλει
δύσθεος γυνά. φοβοῦ-
μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
δι᾽ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη [βρύει],
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς <δ᾽> ἄτα διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
διαίνοντες τὸν χερομυσῆ
†φόνον καθαίροντες ἴθυσαν ἄταν†.
ἐμοὶ δ᾽ ???ἀνάγκαν γὰρ ἀμφίπτολιν
θεοὶ προσήνεγκαν: ???ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν,???
δίκαια καὶ μὴ δίκαια
πρέποντ᾽ <ἀπ᾽> ἀρχᾶς βίου
βίᾳ φρενῶν αἰνέσαι πικρὸν
στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.