Ancient Greek · ~7 min
Choral 5, lines 5.1-5.5
Aeschylus, Χοηφόροι 5.1-5
Not analysed yet
ὦ πάτερ αἰνόπατες, τί σοι
φάμενος ἢ τί ῥέξας
τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σ᾽ ἔχουσιν εὐναί;
σκότῳ φάος ἀντίμοι-
ρον; χάριτες δ᾽ ὁμοίως
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.
τέκνον, φρόνημα τοῦ
θανόντος οὐ δαμάζει
πυρὸς [ἡ] μαλερὰ γνάθος,
φαίνει δ᾽ ὕστερον ὀργάς:
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
πατέρων τε καὶ τεκόντων
γόος ἔνδικος ματεύει
τἄποιν᾽ ἀμφιλαφὴς ταραχθείς.
κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
πολυδάκρυτα πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος
θρῆνος ἀναστενάζει.
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
θείη κελάδους εὐφθογγοτέρους:
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὰν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης,
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
τέκνων τ᾽ ἐν κελεύθοις
ἐπιστρεπτὸν αἰῶ
κτίσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς
δώμασιν εὐφόρητον.
φίλος φίλοισι τοῖς
ἐκεῖ καλῶς θανοῦσιν
κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων:
βασιλεὺς γὰρ ἦν, ὄφρ᾽ ἔζης,
μόριμον λάχος πιπλάντων
χειροῖν πεισιβρότοῳ τε βάκτρῳ.
μηδ᾽ ὑπὸ Τρωίας
τείχεσι φθίμενος, πάτερ,
μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
πάρος δ᾽ οἱ κτανόντες
νιν οὕτως δαμῆναι
<φίλοις>, θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι
τῶνδε πόνων ἄπειρον.
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς: δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,
†πᾶσι δὲ μᾶλλον γεγένηται.
τοῦτο διαμπερὲς οὖς
ἵκεθ᾽ ἅπερ τι βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν
βροτῶν τλάμονι καὶ πανούργῳ
χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.
ἐφυμνῆσαι γένοιτό μοι πυκά-
εντ᾽ ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός τ᾽
ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
ποτᾶται; πάροιθεν δὲ πρῴρας
δριμὺς ἄηται κραδίας
θυμὸς ἔγκοτον στύγος.