Ancient Greek · ~7 min
Choral 5, lines 5.4-5.10
Aeschylus, Χοηφόροι 5.4-10
Not analysed yet
καὶ πότ᾽ ἂν ἀμφιθαλὴς
Ζεὺς ἐπὶ χεῖρα βάλοι,
φεῦ φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.
πόποι δᾶ νερτέρων τυραννίδες <τ᾽>,
ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων,
ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;
πέπαλται δ᾽ αὖτέ μοι φίλον κέαρ
τόνδε κλύουσαν οἶκτον.
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽
ἐλπίς,> ἀπέστασεν ἄχος
προσφανεῖσά μοι καλῶς.
τί δ᾽ ἂν φάντες τύχοιμεν; ἢ τάπερ
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται.
λύκος γὰρ ὥστ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
νόμοις ἰηλεμιστρίας,
ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
ἰὼ δαΐα
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
ἄνευ πολιτᾶν ἄνακτ᾽,
ἄνευ δὲ πενθημάτων
ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
ταφὰς ἀτίμους ἔλεξας, οἴμοι.
πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ᾽ ἀμᾶν χερῶν.
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς,
ἔπρασσε δ᾽ ᾇπέρ νιν ὧδε θάπτει,
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν
ἄτιμος, οὐδὲν ἀξία.
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου, <πάτερ. >
δι᾽ ὤτων δὲ συν-
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν.
σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ:
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.