Ancient Greek · ~8 min
Episode 6, lines 6.526-6.576
Aeschylus, Χοηφόροι 6.526-576
Not analysed yet
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.
ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν:
πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν ἔσω,
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς:
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν:
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,
πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.