Ancient Greek · ~7 min
Episode 6, lines 6.479-6.525
Aeschylus, Χοηφόροι 6.479-525
Not analysed yet
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>.
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
ὦ Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας—
πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς, πάτερ,—
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:
οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,
καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε:
τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.