Ancient Greek
Choral 10, lines 10.1-10.8
Aeschylus, Εὐμενίδες 10.1-8
Not analysed yet
δέξομαι Παλλάδος ξυνοικίαν,
οὐδʼ ἀτιμάσω πόλιν,
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
φρούριον θεῶν νέμει,
ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·
ᾇτʼ ἐγὼ κατεύχομαι
θεσπίσασα πρευμενῶς
ἐπισσύτους βίου τύχας ὀνησίμους
γαίας ἐξαμβρῦσαι
φαιδρὸν ἁλίου σέλας.
τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις
πράσσω, μεγάλας καὶ δυσαρέστους
δαίμονας αὐτοῦ κατανασσαμένη.
πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους
ἔλαχον διέπειν.
ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος
καὶ μέγα φωνοῦντʼ
ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
τὰν ἐμὰν χάριν λέγω·
φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸ
μὴ περᾶν ὅρον τόπων,
μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
μῆλά τʼ εὐθενοῦντα γᾶ
ξὺν διπλοῖσιν ἐμβρύοις
τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ
πλουτόχθων ἑρμαίαν
δαιμόνων δόσιν τίοι.
ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,
οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναται
πότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοις
τοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπων
φανερῶς τελέως διαπράσσουσιν,
τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύων
βίον ἀμβλωπὸν παρέχουσαι.
ἀνδροκμῆτας δʼ ἀώρ-
ους ἀπεννέπω τύχας,
νεανίδων τʼ ἐπηράτων
ἀνδροτυχεῖς βιότους
δότε, κύριʼ ἔχοντες,
θεαί τʼ ὦ Μοῖραι
ματροκασιγνῆται,
δαίμονες ὀρθονόμοι,
παντὶ δόμῳ μετάκοινοι,
παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς
ἐνδίκοις ὁμιλίαις,
πάντᾳ τιμιώταται θεῶν.
τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
ἐπικραινομένων
γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,
ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷ
πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·
ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·
νικᾷ δʼ ἀγαθῶν
ἔρις ἡμετέρα διὰ παντός.
τὰν δʼ ἄπληστον κακῶν
μήποτʼ ἐν πόλει στάσιν
τᾷδʼ ἐπεύχομαι βρέμειν.
μηδὲ πιοῦσα κόνις
μέλαν αἷμα πολιτᾶν
διʼ ὀργὰν ποινᾶς
ἀντιφόνους ἄτας
ἁρπαλίσαι πόλεως.
χάρματα δʼ ἀντιδιδοῖεν
κοινοφιλεῖ διανοίᾳ,
καὶ στυγεῖν μιᾷ φρενί·
πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.
ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
ὁδὸν εὑρίσκειν;
ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·
τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ
μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
ὀρθοδίκαιον
πρέψετε πάντως διάγοντες.