Ancient Greek · ~2 min
Choral 12
Aeschylus, Εὐμενίδες 12
Not analysed yet
βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι
Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ,
εὐφαμεῖτε δέ, χωρῖται,
γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,
τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,
εὐφαμεῖτε δὲ πανδαμεί.
ἵλαοι δὲ καὶ σύμφρονες γᾷ
δεῦρʼ ἴτε, σεμναί, ξὺν πυριδάπτῳ
λαμπάδι τερπόμεναι καθʼ ὁδόν.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
σπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκων
Παλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπτας
οὕτω Μοῖρά τε συγκατέβα.
ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.