Ancient Greek · ~3 min
Αισχυλου Περσαι
Aeschylus, Πέρσαι Αισχυλου Περσαι
Not analysed yet
Γλαῦκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐν τῶν Φοινισσῶν Φρυνίχου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι. ἐκτίθησι δὲ καὶ τὴν τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδ᾽ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στορνύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις: ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. καὶ σ̓́στιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ ράφῳ Δαρέου: ἡ δὲ ὑπόθεσις, Ξέρξης στρατευσάμενος κατὰ Ἑλλάδος: μετὰ δυνάμεως πολλῆς, ἵππον μὲν ἄμετρον ἐπαγόμενος, ναῦς δὲ χιλίας διακοσίας ἑπτά, ἢ καὶ δεκατέσσαρας: καὶ πεζῇ μὲν Πλαταιαῖς νικηθείς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, καὶ διὰ Θεσσαλίας φεύγων διεπεραιώθη ἐς τὴν Ἀσίαν. Ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ Ποτνιεῖ, Προμηθεῖ. Πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα, δευτέρα Ξέρξου περὶ Σαλαμίνα καὶ Πλαταιάς.