Ancient Greek · ~2 min
Episode 11
Aeschylus, Πέρσαι 11.1
Not analysed yet
ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ᾽: ἐστὶ δ᾽ οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω: τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
τί δ᾽ ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;