Ancient Greek · ~1 min
Choral 12
Aeschylus, Πέρσαι 12
Not analysed yet
σέβομαι μὲν προσιδέσθαι,
σέβομαι δ᾽ ἀντία λέξαι
σέθεν ἀρχαίῳ περὶ τάρβει.
ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
δίεμαι μὲν χαρίσασθαι,
δίεμαι δ᾽ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.