Ancient Greek
Episode 13
Aeschylus, Πέρσαι 13.1
Not analysed yet
ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
ὡς ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ᾽, ἀκούσει μῦθον ἐν βραχεῖ χρόνῳ:
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.
τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;
οὐδαμῶς: ἀλλ᾽ ἀμφ᾽ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;
ἀμφότερα: διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.
καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;
ὧδ᾽ ἔχει: γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένειν.
ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.
ὦ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;
ναί: λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽, οὐδ᾽ ἔνι στάσις.
φεῦ, ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν
Ζεὺς ἐπέσκηψεν τελευτὴν θεσφάτων: ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς:
ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει:
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ:
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
θνητὸς ὢν δὲ θεῶν ἁπάντων ᾤετ᾽, οὐκ εὐβουλίᾳ,
καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος φρενῶν
εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης: λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.