Ancient Greek · ~6 min
Episode 13, lines 13.2.805-13.2.851
Aeschylus, Πέρσαι 13.2.805-851
Not analysed yet
μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί:
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων:
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς:
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηνὶς ἀπέσβηκ᾽, ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσταγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο:
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. παντὶ γὰρ
κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις:
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
ψυχὴν διδόντες ἡδονῇ καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.
ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακῶν
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν παιδί μου πειράσομαι.
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.