Ancient Greek · ~4 min
Choral 14
Aeschylus, Πέρσαι 14
Not analysed yet
ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὖθ᾽ ὁ γηραιὸς
πανταρκὴς ἀκάκας
ἄμαχος βασιλεὺς
ἰσόθεος Δαρεῖος ἆρχε χώρας.
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
φαινόμεθ᾽, ἠδὲ πολίσματα πύργινα
πάντ᾽ ἐπέρθομεν.
νόστοι δ᾽ ἐκ πολέμων
ἀπόνους ἀπαθεῖς
<ἀνέρασ> εὖ πράσσοντας ἆγον οἴκους.
ὅσσας δ᾽ εἷλε πόλεις πόρον
οὐ διαβὰς Ἅλυος ποταμοῖο,
οὐδ᾽ ἀφ᾽ ἑστίας συθείς,
οἷαι Στρυμονίου πελά-
γους Ἀχελωίδες εἰσὶ πάροικοι
Θρῃκίων ἐπαύλων,
λίμνας τ᾽ ἔκτοθεν αἳ κατὰ
χέρσον ἐληλαμέναι πέρι πύργον
τοῦδ᾽ ἄνακτος ἄιον,
Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν
εὐχόμεναι, μυχία τε Προποντίς,
καὶ στόμωμα Πόντου:
νᾶσοί θ᾽ αἳ κατὰ πρῶν᾽
ἅλιον περίκλυστοι
τᾷδε γᾷ προσήμεναι
οἵα Λέσβος ἐλαι-
όφυτός τε Σάμος, Χίος,
ἠδὲ Πάρος, Νάξος, Μύκο-
νος, Τήνῳ τε συνάπτουσ᾽
Ἄνδρος ἀγχιγείτων,
καὶ τὰς ἀγχιάλους
ἐκράτυνε μεσάκτους,
Λῆμνον, Ἰκάρου θ᾽ ἕδος,
καὶ Ῥόδον ἠδὲ Κνίδον
Κυπρίας τε πόλεις, Πάφον,
ἠδὲ Σόλους, Σαλαμῖνά τε,
τᾶς νῦν ματρόπολις τῶνδ᾽
αἰτία στεναγμῶν.
καὶ τὰς εὐκτεάνους κατὰ
κλῆρον Ἰαόνιον πολυάνδρους
Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.
ἀκάματον δὲ παρῆν σθένος
ἀνδρῶν τευχηστήρων
παμμίκτων τ᾽ ἐπικούρων.
νῦν δ᾽ οὐκ ἀμφιλόγως
θεότρεπτα τάδ᾽ αὖ
φέρομεν πολέμοισι
δμαθέντες μεγάλως
πλαγαῖσι ποντίαισιν.