Ancient Greek · ~7 min
Episode 15, lines 15.3-15.7
Aeschylus, Πέρσαι 15.3-7
Not analysed yet
ἴυγγά μοι δῆτ᾽
ἀγαθῶν ἑτάρων ὑπορίνεις,
<ἄλαστ᾽> ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ <μοι> μελέων ἔντοσθεν ἦτορ.
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθιν ἄρειόν τ᾽ Ἀγχάρην,
Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν ὄπιθεν ἑπομένους.
βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
βεβᾶσιν, οἴ, νώνυμοι.
ἰὴ ἰή, ἰὼ ἰώ.
ἰὼ ἰώ, δαίμονες,
ἔθεσθ᾽ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.
πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ:
πεπλήγμεθ᾽: εὔδηλα γάρ:
νέᾳ νέᾳ δύᾳ δύᾳ:
Ἰαόνων ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
τον τάλας πέπληγμαι.
τί δ᾽ οὒκ ὄλωλεν, μέγ᾽ ἄλαστε, Περσᾶν;
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
ὁρῶ ὁρῶ.
τόνδε τ᾽ ὀιστοδέγμονα—
τί τόδε λέγεις σεσωσμένον;
θησαυρὸν βελέεσσιν.
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
ἐσπανίσμεθ᾽ ἀρωγῶν.
Ἰάνων λαὸς οὐ φυγαίχμας.
ἀγανόρειος: κατεῖ-
δον δὲ πῆμ᾽ ἄελπτον.
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
παπαῖ παπαῖ.
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
λυπρά, χάρματα δ᾽ ἐχθροῖς.
καὶ σθένος γ᾽ ἐκολούσθη—
γυμνός εἰμι προπομπῶν.
φίλων ἄταισι ποντίαισιν.
δίαινε δίαινε πῆμα: πρὸς δόμους δ᾽ ἴθι.
διαίνομαι γοεδνὸς ὤν.
βόα νυν ἀντίδουπά μοι.
δόσιν κακὰν κακῶν κακοῖς.
ἴυζε μέλος ὁμοῦ τιθείς.
ὀτοτοτοτοῖ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
οἲ μάλα καὶ τόδ᾽ ἀλγῶ.
ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
αἰαῖ αἰαῖ, δύα δύα.
βόα νυν ἀντίδουπά μοι.
μέλειν πάρεστι, δέσποτα.
ἐπορθίαζέ νυν γόοις.
ὀτοτοτοτοῖ.
μέλαινα δ᾽ ἀμμεμίξεται,
οἴ, στονόεσσα πλαγά.
καὶ στέρν᾽ ἄρασσε καὶ βόα τὸ Μύσιον.
ἄνι᾽ ἄνια.
καί μοι γενείου πέρθε λευκήρη τρίχα.
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
ἀύτει δ᾽ ὀξύ.
καὶ τάδ᾽ ἔρξω.
πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
ἄνι᾽ ἄνια.
καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
διαίνου δ᾽ ὄσσε.
τέγγομαί τοι.