Ancient Greek
Episode 15, lines 15.1-15.3
Aeschylus, Πέρσαι 15.1-3
Not analysed yet
ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ: τί πάθω τλήμων;
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾽ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
σάκτορι Περσᾶν: ᾁδοβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς
ἐπὶ γόνυ κέκλιται.
ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτὸς
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρ᾽ ἐγενόμαν.
πρόσφθογγόν σοι νόστου τὰν
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω,
πολύδακρυν ἰαχάν.
ἵετ᾽ αἰανῆ [καὶ] πάνδυρτον
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾽ ἐμοί.
ἥσω τοι τὰν πάνδυρτον,
λαοπαθέα σέβων
ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος.
<κλάγξω> κλάγξω
δὲ γόον ἀρίδακρυν.
Ἰάνων γὰρ ἀπηύρα,
Ἰάνων ναύφαρκτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.
οἰοιοῖ βόα καὶ πάντ᾽ ἐκπεύθου. —
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, [καὶ] Δοτάμας, ἠδ᾽ Ἀγ-
δαβάτας, Ψάμμις, Σουσισκάνης τ᾽
Ἀγβάτανα λιπών;
ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾽ ἀκταῖς
Σαλαμινιάσι στυφελοῦ
θείνοντας ἐπ᾽ ἀκτᾶς.
οἰοιοῖ, <βόα>: ποῦ σοι Φαρνοῦχος
Ἀριόμαρδός τ᾽ ἀγαθός,
ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανερόμαν.
ἰὼ ἰώ μοι,
τὰς ὠγυγίους κατιδόντες
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
ἦ καὶ τὸν Περσᾶν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
Βατανώχου παῖδ᾽ Ἄλπιστον
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ᾽ Οἰβάρην ἔλιπες ἔλιπες;
ὢ ὢ <ὢ> δᾴων.
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.