Ancient Greek · ~2 min
Episode 12, lines 12.2-12.3
Aeschylus, Προμηθεὺς Δεσμώτης 12.2-3
Not analysed yet
τοιάδε μέντοι τῶν φρενοπλήκτων
βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
τί γὰρ ἐλλείπει μὴ <οὐ> παραπαίειν
ἡ τοῦδ᾽ εὐχή; τί χαλᾷ μανιῶν;
ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναις
συγκάμνουσαι ταῖς τοῦδε τόπων
μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς,
μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
βροντῆς μύκημ᾽ ἀτέραμνον.
ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽
ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που
τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω:
τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
κοὐκ ἔστι νόσος
τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.