Ancient Greek · ~2 min
Episode 12
Aeschylus, Προμηθεὺς Δεσμώτης 12.4
Not analysed yet
ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω
μηδὲ πρὸς ἄτης θηραθεῖσαι
μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽
ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ
κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
εἰς ἀπέραντον δίκτυον ἄτης
ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
χθὼν σεσάλευται.
βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι
στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
εἱλίσσουσι: σκιρτᾷ δ᾽ ἀνέμων
πνεύματα πάντων εἰς ἄλληλα
στάσιν ἀντίπνουν ἀποδεικνύμενα:
ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
τεύχουσα φόβον στείχει φανερῶς.
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.