Ancient Greek · ~1 min
Choral 3
Aeschylus, Προμηθεὺς Δεσμώτης 3.8
Not analysed yet
οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω]
μαλακογνώμων
ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ:
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.