Ancient Greek · ~1 min
Episode 4
Aeschylus, Προμηθεὺς Δεσμώτης 4.1
Not analysed yet
οὐκ ἀκούσαις ἐπεθώυξας
τοῦτο, Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
πόρον οἰωνῶν, ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
χρῄζω διὰ παντὸς ἀκοῦσαι.