Ancient Greek · ~2 min
Episode 4, lines 4.2.386-4.2.398
Aeschylus, Προμηθεὺς Δεσμώτης 4.2.386-398
Not analysed yet
ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς
τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.