Ancient Greek · ~3 min
Choral 5
Aeschylus, Προμηθεὺς Δεσμώτης 5
Not analysed yet
στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ:
δακρυσίστακτα δ᾽ ἀπ᾽ ὄσσων
ῥαδινῶν λειβομένα ῥέος παρειὰν
νοτίοις ἔτεγξα παγαῖς:
ἀμέγαρτα γὰρ τάδε Ζεὺς
ἰδίοις νόμοις κρατύνων
ὑπερήφανον θεοῖς τοῖς
πάρος ἐνδείκνυσιν αἰχμάν.
πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
μεγαλοσχήμονά τ᾽ ἀρχαι-
οπρεπῆ. . . . στένουσι τὰν σὰν
συνομαιμόνων τε τιμάν,
ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος νέμονται,
μεγαλοστόνοισι σοῖς πή-
μασι συγκάμνουσι θνατοί.
Κολχίδος τε γᾶς ἔνοικοι
παρθένοι, μάχας ἄτρεστοι,
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,
†Ἀραβίας τ᾽ ἄρειον ἄνθος,
ὑψίκρημνον οἳ πόλισμα
Καυκάσου πέλας νέμονται,
δάιος στρατός, ὀξυπρῴ-
ροισι βρέμων ἐν αἰχμαῖς.
†μόνον δὲ πρόσθεν [ἄλλον] ἐν πόνοις
δαμέντ᾽ [ἀδαμαντοδέτοις
Τιτᾶνα λύμαις] εἰσιδόμαν θεῶν,
Ἄτλαντος [αἰὲν] ὑπέροχον σθένος κραταιόν,
<ὃς γᾶν> οὐράνιόν τε πόλον
νώτοις ὑποστενάζει. †
βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων, στένει βυθός,
κελαινὸς [δ᾽] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ᾽ ἁγνορύτων ποταμῶν
στένουσιν ἄλγος οἰκτρόν.