Ancient Greek · ~4 min
Episode 6, lines 6.500-6.525
Aeschylus, Προμηθεὺς Δεσμώτης 6.500-525
Not analysed yet
τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ
δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.