Ancient Greek · ~3 min
Choral 7
Aeschylus, Προμηθεὺς Δεσμώτης 7
Not analysed yet
μηδάμ᾽ ὁ πάντα νέμων
θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος
ἀντίπαλον Ζεύς,
μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις
θοίναις ποτινισσομένα
βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ-
σβεστον πόρον,
μηδ᾽ ἀλίτοιμι λόγοις:
μάλα μοι τοῦτ᾽ ἐμμένοι
καὶ μήποτ᾽ ἐκτακείη:
ἁδύ τι θαρσαλέαις
τὸν μακρὸν τείνειν βίον
ἐλπίσι, φαναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
φρίσσω δέ σε δερκομένα
μυρίοις μόχθοις διακναιόμενον
???Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβει
θνατοὺς ἄγαν, Προμηθεῦ.
φέρ᾽ ὅπως ἄχαρις χάρις, ὦ φίλος, εἰ-
πὲ ποῦ τις ἀλκά;
τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον, ᾇ τὸ φωτῶν
ἀλαὸν <δέδεται> γένος ἐμπεποδισμένον:
οὔπως τὰν Διὸς ἁρμονίαν
θνατῶν παρεξίασι βουλαί.
ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλοὰς
τύχας, Προμηθεῦ.
τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
τόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽ ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον
ἕδνοις ἄγαγες Ἡσιόναν
πείθων δάμαρτα κοινόλεκτρον.