Ancient Greek · ~3 min
Episode 1
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 1.1
Not analysed yet
θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:
μεθεῖται στρατός: στρατόπεδον λιπὼν
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας:
αἰθερία κόνις με πείθει φανεῖσ᾽,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. —
ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-
τὶ χρίμπτει βοάν: ποτᾶται, βρέμει δ᾽
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. —
ἰὼ ἰὼ θεοὶ
θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε. —
βοᾷ ὑπὲρ τειχέων
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς ἐπὶ πόλιν [διώκων]. —
τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει
θεῶν ἢ θεᾶν;
πότερα δῆτ᾽ ἐγὼ <πάτρια> προσπέσω
βρέτη δαιμόνων; —
ἰὼ μάκαρες εὔεδροι,
ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ-
λομεν ἀγάστονοι; —
ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν᾽ ἕξομεν; —
κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
Ἄρης, τὰν τεάν; —
ἰὼ χρυσοπήληξ δαῖμον, ἔπιδ᾽ ἔπι-
δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.