Ancient Greek · ~2 min
Choral 2
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 2.1
Not analysed yet
θεοὶ πολιάοχοι χθονὸς ἴθ᾽ ἁθρόοι
ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
ἀλλ᾽, ὦ Ζεῦ πάτερ †παντελές, πάντως
ἄρηξον δαΐων ἅλωσιν.
Ἀργέιοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται: φόβος δ᾽ ἀρίων ὅπλων.
διάδετοι <δέ τοι> γενῦν ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
προσίστανται πάλῳ λαχόντες.