Ancient Greek · ~2 min
Choral 16
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 16.1
Not analysed yet
ἠέ.
ἠέ.
μαίνεται γόοισι φρήν.
ἐν δὲ καρδία στένει.
ἰὼ ἰὼ πάνδυρτε σύ.
σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
πρὸς φίλου [γ᾽] ἔφθισο.
καὶ φίλον ἔκτανες.
διπλᾶ λέγειν.
διπλᾶ δ᾽ ὁρᾶν.
ἄχεα δοιὰ τάδ᾽ ἐγγύθεν.
πέλας ἀδελφέ᾽ ἀδελφεῶν.
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά:
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
ἠέ.
ἠέ.
δυσθέατα πήματα
<τόνδ᾽> ἐδέξατ᾽ ἐκ φυγᾶς [ἐμοί].
οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.
σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.
ὤλεσε δῆτ᾽ <ἄγαν>.
καὶ τὸν ἐνόσφισεν.
τάλαν γένος.
τάλαν πάθος.
δίπονα κήδε᾽ ὁμαιμόνων.
διέρ᾽ ἐπάλμενα πήματα.
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά:
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.