Ancient Greek
Choral 16
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 16.3
Not analysed yet
σὺ τοί νιν οἶσθα διαπερῶν,
σὺ δ᾽ οὐδὲν ὕστερος μαθών,
ἐπεὶ κατῆλθες ἐς πόλιν,
δορός γε τῷδ᾽ ἀντηρέτας.
ὀλοὰ λέγειν.
ὀλοὰ δ᾽ ὁρᾶν.
ἰὼ πόνος,
ἰὼ κακά,
δώμασι καὶ χθονί, [πρὸ πάντων δ᾽ ἐμοί].
καὶ τὸ πρόσω γ᾽ ἐμοί:
ἰώ, δύστανε τῶν κακῶν ἄναξ.
ἰὼ πάντων πολυστονώτατε.
ἰώ, ποῦ σφε θήσομεν χθονός;
ἰώ, ἔνθα τιμιώτατον.
ἰὼ δαιμονῶντες ἐν ἄτᾳ.
ἰὼ πῆμα πατρὶ πάρευνον.