Ancient Greek · ~3 min
Choral 2, lines 2.2-2.3
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 2.2-3
Not analysed yet
ἒ ἒ ἒ ἔ,
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω:
ὦ πότνι᾽ Ἥρα.
ἔλακον ἀξόνων βριθομένων χνόαι.
Ἄρτεμι φίλα, [ἒ ἒ ἒ ἔ],
δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται.
τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;
ἒ ἒ ἒ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται:
ὦ φίλ᾽ Ἄπολλον:
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
παῖ Διός, ὅθεν
πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως
ἑπτάπυλον ἕδος ἐπιρρύου.
ἰὼ παναρκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τᾶσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ᾽
ἑτεροφώνῳ στρατῷ.
κλύετε παρθένων κλύετε πανδίκως
χειροτόνους λιτάς.
ἰὼ φίλοι δαίμονες,
λυτήριοί <τ᾽> ἀμφιβάντες πόλιν,
δείξαθ᾽ ὡς φιλοπόλεις,
μέλεσθέ θ᾽ ἱερῶν δημίων,
μελόμενοι δ᾽ ἀρήξατε:
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἐστέ μοι.