Ancient Greek · ~2 min
Choral 2
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 2.1-2
Not analysed yet
σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ,
Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου.
σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, †ἐπώνυμον Κάδμου πόλιν
φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ,
ἄλευσον: σέθεν γὰρ ἐξ αἵματος
γεγόναμεν: λιταῖσί σε θεοκλύτοις
ἀυτοῦσαι πελαζόμεσθα.
καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ
στρατῷ δαΐῳ στόνων αὖ τίτας.
†σύ τ᾽, ὦ Λατογένει-
α κούρα, τόξον εὐτυκάζου [Ἄρτεμι φίλα]. †