Ancient Greek · ~5 min
Choral 12
Aeschylus, Ἱκέτιδες 12
Not analysed yet
ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς
νέφεσσι γειτονῶν Διός:
τὸ πᾶν δ᾽ ἄφαντος
ἀμπετὴς ἄιστος ὡς
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
ἀλυκτὸν δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος:
κελαινόχρως δὲ πάλλεταί μου καρδία.
πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον: οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν ἀρτάναις,
πρὶν ἄνδρ᾽ ἀπευκτὸν
τῷδε χριμφθῆναι χροΐ:
πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι.
πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
πρὸς ὃν νεφῶν ὑδρηλὰ γίγνεται χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
δεικτος οἰόφρων κρεμὰς
γυπιὰς πέτρα, βαθὺ
πτῶμα μαρτυροῦσά μοι,
πρὶν δαΐκτορος βίᾳ
καρδίας γάμου κυρῆσαι;
κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις
ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν:
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
ται φιλαιάκτων πόνων. [ἐλθέτω]
ἐλθέτω μόρος, πρὸ κοί-
τας γαμηλίου τυχών.
<πᾷ> τίν᾽ ἀμφυγᾶς ἔτ᾽ οἶ-
μον τέμω γάμου λυτῆρα;
ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν
<μέλεα> μέλη λιτανὰ θεοῖς,
τέλεα δέ μοι <πῶς> πελόμενα καὶ
λύσιμα: μάχαν δ᾽ ἔπιδε, πάτερ,
βίαια μὴ φαιδρῶς ὁρῶν
ὄμμασιν ἐνδίκοις.
σεβίζου δ᾽ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.
γένος γὰρ Αἰγύπτειον ὕβριν
δύσφορον ἀρσενογενὲς
μετά με δρόμοισι διόμενοι
φυγάδα μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δ᾽ ἐπίπαν ζυγὸν
ταλάντου. τί δ᾽ ἄνευ σέθεν
θνατοῖσι τέλειόν ἐστιν;