Ancient Greek · ~5 min
Choral 14
Aeschylus, Ἱκέτιδες 14
Not analysed yet
εἴθ᾽ ἀνὰ πολύρυτον
ἁλμιόεντα πόρον
δεσποσίῳ ξὺν ὕβρει,
γομφοδέτῳ τε δόρει διώλου.
†αἵμονες ὡς ἐπάμιδα
ἠσυδουπιάπιτα†
κελεύω βοᾶν μεθέσθαι
†ἴχαρ φρενί τ᾽ ἄταν. †
ἰοὺ ἰού.
λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ,
ἀτίετ᾽ ἂμ πόλιν εὐσεβῶν.
μήποτε πάλιν ἴδοιμ᾽
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενον
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
†ἄγειος ἐγὼ βαθυχαῖος
βαθρείας βαθρείας γέρον. †
σὺ δ᾽ ἐν ναῒ ναῒ βάσει
τάχα θέλεος ἀθέλεος,
βίᾳ βίᾳ [τε πολλᾷ φροῦδα].
†βάτεαι βαθυμιτροκακὰ παθῶν
[ὀλόμεναι παλάμαις. †
αἰαῖ αἰαῖ.
αἲ γὰρ δυσπαλάμως ὄλοιο
δι᾽ ἁλίρρυτον ἄλσος,
κατὰ Ζαρπηδόνιον
χῶμα πολύψαμμον ἀλαθεὶς
ἀερίαις ἐν αὔραις.
ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ.
[ἴυζε καὶ]
βόα, χέον πικρότερον οἰζύος νόμον.
οἰοῖ οἰοῖ,
λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων
περί, χάμψα, βρυάζεις:
ὃς ἐπωπᾷ δ᾽, ὁ μέγας
Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ-
ψειεν ἄιστον ὕβριν.
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
ὅσον τάχιστα: μηδέ τις σχολαζέτω.
ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.
οἰοῖ, πάτερ, βρετῶν ἀπο-
σπάσας μ᾽ ἅλαδ᾽ ἄγει
ἄραχνος ὡς βάδην.
ὄναρ ὄναρ μέλαν,
ὀτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ, βοᾷ
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε:
οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
μαιμᾷ πέλας δίπους ὄφις:
ἔχιδν᾽ ὥς μέ τις
πόδα δακοῦσ᾽ ἔχει.
<ὄναρ ὄναρ μέλαν,>
ὀτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ βοᾷ
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.