Ancient Greek · ~6 min
Choral 16
Aeschylus, Ἱκέτιδες 16
Not analysed yet
ἴτε μὰν ἀστυάνακτας
μάκαρας θεοὺς γανόοντες πολιούχους
τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου
περιναίουσιν παλαιόν.
ὑποδέξασθε <δ᾽> ὀπαδοὶ
μέλος: αἶνος δὲ πόλιν τάνδε Πελασγῶν
ἐχέτω, μηδ᾽ ἔτι Νείλου
προχοὰς σέβωμεν ὕμνοις:
ποταμοὺς δ᾽ οἳ διὰ χώρας
θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,
λιπαροῖς χεύμασι γαίας
τόδε μειλίσσοντες οὖδας.
ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ
στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας
γάμος ἔλθοι Κυθερείας:
στυγερῶν πέλοι τόδ᾽ ἆθλον.
Κύπριδος <δ᾽> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.
δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ:
τίεται δ᾽ αἰολόμητις
θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν
Πόθος <ᾇ> τ᾽ οὐδὲν ἄπαρνον
τελέθει θέλκτορι Πειθοῖ.
δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας
ψεδυραὶ τρίβοι τ᾽ ἐρώτων.
φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη
πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
τί ποτ᾽ εὔπλοιαν ἔπραξαν
ταχυπόμποισι διωγμοῖς;
ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
Διὸς οὐ παρβατός ἐστιν
μεγάλα φρὴν ἀπέραντος:
μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
προτερᾶν πέλοι γυναικῶν.
ὁ μέγας Ζεὺς ἀπαλέξαι
γάμον Αἰγυπτογενῆ μοι. —
τὸ μὲν ἂν βέλτατον εἴη:
σὺ δὲ θέλγοις ἂν ἄθελκτον. —
σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
τί δὲ μέλλω φρένα Δίαν
καθορᾶν, ὄψιν ἄβυσσον; —
μέτριον νῦν ἔπος εὔχου:
τίνα καιρόν με διδάσκεις; —
τὰ θεῶν μηδὲν ἀγάζειν.
Ζεὺς ἄναξ ἀποστεροί-
η γάμον δυσάνορα
δάιον, ὅσπερ Ἰὼ
πημονᾶς ἐλύσατ᾽ εὖ
χειρὶ παιωνίᾳ κατασχεθών,
εὐμενεῖ βίᾳ κτίσας.
καὶ κράτος νέμοι γυναι-
ξίν: τὸ βέλτερον κακοῦ
καὶ τὸ δίμοιρον αἰνῶ,
καὶ δίκᾳ δίκας ἕπε-
σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
μαχαναῖς θεοῦ πάρα.