Ancient Greek · ~7 min
Choral 2
Aeschylus, Ἱκέτιδες 2.1
Not analysed yet
νῦν δ᾽ ἐπικεκλομένα
Δῖον πόρτιν ὑπερ-
πόντιον τιμάορ᾽, ἶνίν τ᾽
ἀνθονόμον τᾶς προγόνου
βοὸς ἐξ ἐπιπνοίας,
Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽
ἐπεκραίνετο μόρσιμος αἰὼν
εὐλόγως,
Ἔπαφόν τ᾽ ἐγέννασεν:
ὅντ᾽ ἐπιλεξαμένα,
νῦν ἐν ποιονόμοις
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται.
γνώσεται
δὲ λόγου τις ἐν μάκει.
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἐγγάιος οἶκτον [οἰκτρὸν] ἀίων,
δοξάσει τιν᾽ ἀκούειν ὄπα τᾶς Τηρεΐας
μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτας ἀηδόνος,
ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
πενθεῖ νέον οἶκτον ἠθέων:
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἕθεν
δυσμάτορος κότου τυχών:
τὼς καὶ ἐγὼ φιλόδυρ-
τος Ἰαονίοισι νόμοισι
δάπτω τὰν ἁπαλὰν
Νειλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.
ἀλλά, θεοὶ γενέται,
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:
ἥβᾳ μὴ τέλεον
δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες, <εὖ>
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυγάσιν
ῥῦμα, δαιμόνων σέβας.
εὖ δ᾽ εἴη Διόθεν παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
μερόπεσσι λαοῖς.
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
κατιδεῖν ἄφραστοι.
ἰάπτει δ᾽ ἐλπίδων
ἀφ᾽ ὑψιπύργων πανώλεις
βροτούς, βίαν δ᾽
οὔτιν᾽ ἐξοπλίζει,
πᾶν ἄπονον δαιμόνιον:
ᾗ μέμονεν φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμπας
ἑδράνων ἀφ᾽ ἁγνῶν.
ἰδέσθω δ᾽ εἰς ὕβριν
βρότειον, οἵᾳ νεάζει
πυθμὴν δι᾽ ἁ-
μὸν γάμον τεθαλὼς
δυσπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλιν
κέντρον ἔχων ἄφυκτον, ἄτας
ἀπάταν μεταλγοῦς.
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰή,
ἰηλέμοισιν ἐμπρεπῆ: [θρεομένη μέλη]
ζῶσα γόοις με τιμῶ.
ἱλέομαι μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ, γᾶ, κοννεῖς.
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λινοσινεῖ
Σιδονίᾳ καλύπτρᾳ.