Ancient Greek
Episode 5, lines 5.438-5.485
Aeschylus, Ἱκέτιδες 5.438-485
Not analysed yet
καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται:
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
[ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου]
γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν:
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι:
θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.
τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσει.
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ—
τί σοι περαίνει μηχανὴ συζωμάτων;
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.
ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
καὶ [μὴν] πολλαχῇ γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον
τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον:
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.