Ancient Greek
Choral 12, lines 12.5-12.7
Aeschylus, Ἀγαμέμνων 12.5-7
Not analysed yet
ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς
τὸν ταῦρον: ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει: πίτνει δ᾽ <ἐν> ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ
πολυεπεῖς τέχναι θεσπιῳδὸν
φόβον φέρουσιν μαθεῖν.
ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι:
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
φὶ δ᾽ αὑτᾶς θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσὶν
Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς
ἀηδὼν βίον.
ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος:
περίβαλον γάρ οἱ πτεροφόρον δέμας
θεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ:
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις
ματαίους δύας,
τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
κακορρήμονας;
ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽
ἠνυτόμαν τροφαῖς:
νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεόγονος ἂν ἀίων μάθοι.
πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ
δυσαλγεῖ τύχᾳ μινυρὰ [κακὰ] θρεομένας,
θραύματ᾽ ἐμοὶ κλύειν.
ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽
οὐδὲν ἐπήρκεσαν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
†ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐμπέδῳ βαλῶ†.
ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
τέρμα δ᾽ ἀμηχανῶ.