Ancient Greek
Choral 12, lines 12.1-12.5
Aeschylus, Ἀγαμέμνων 12.1-5
Not analysed yet
ὀτοτοτοτοῖ πόποι δᾶ.
ὦπολλον ὦπολλον.
τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
ὀτοτοτοτοῖ πόποι δᾶ.
ὦπολλον ὦπολλον.
ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;
πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
αὐτόφονα κακὰ καὶ ἀρτάνας,
ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.
μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι:
κλαιόμενα τάδε βρέφη σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
ἦμεν κλέος σοῦ μαντικὸν πεπυσμένοι:
τούτων προφήτας δ᾽ οὔτινας ματεύομεν.
ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
ἑκὰς ἀποστατεῖ.
τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.
οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
ἦ δίκτυόν τι [γ᾽] Ἅιδου;
ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς.
ταχεῖα δ᾽ ἄτα πέλει.