Ancient Greek
Choral 16, lines 16.1-16.2
Aeschylus, Ἀγαμέμνων 16.1-2
Not analysed yet
φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
μηδὲ δεμνιοτήρης,
μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου
πολέα τλάντος γυναικὸς διαί;
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
ἰὼ ἰὼ παράνους Ἑλένα
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
†νῦν δὲ τελείαν. .
πολύμναστον ἐπηνθίσω δι᾽ αἷμ᾽ ἄνιπτον,
ἥτις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύσ†.
μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς:
μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
ἀξύστατον ἄλγος ἔπραξε.
δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ
διφυίοισι Τανταλίδαισιν,
κράτος <τ᾽> ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
ἐπὶ δὲ σώματος δίκαν [μοι]
κόρακος ἐχθροῦ σταθεῖσ᾽ ἐκνόμως
ὕμνον ὑμνεῖν ἐπεύχεται. . . <˘¯>
νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρῃ τρέφεται, πρὶν καταλῆξαι
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
ἦ μέγαν οἰκονόμον
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
ρᾶς τύχας ἀκορέστου:
ἰὴ ἰὴ διαὶ Διὸς
παναιτίου πανεργέτα:
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν:
μηδ᾽ ἐπιλεχθῇς
Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.
φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ἀτρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτισεν,
τέλεον νεαροῖς ἐπιθύσας.
ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
πῶ πῶ; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις
ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ>
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.