Ancient Greek
Choral 16, lines 16.11-16.16
Aeschylus, Ἀγαμέμνων 16.11-16
Not analysed yet
[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.]
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ᾽;
ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ, θανάτῳ τίσας ἅπερ ἦρξεν.
ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν: ψακὰς δὲ λήγει.
δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
δροίτας κατέχοντα χαμεύνην.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,
ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀλαθείᾳ φρενῶν πονήσει;
οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν
τοῦτο: πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,. .
ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.
ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.
δύσμαχα δ᾽ ἔστι κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα: θέσμιον γάρ.
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.
ἐς τόνδ᾽ ἐνέβη ξὺν ἀληθείᾳ
χρησμός. ἐγὼ δ᾽ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ᾽: ὃ δὲ λοιπόν, ἰόντ᾽
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι:
κτεάνων τε μέρος
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.