Ancient Greek
Episode 17
Aeschylus, Ἀγαμέμνων 17.1
Not analysed yet
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα.
εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα.
μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος:
πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: μηδὲν αἱματώμεθα.
στεῖχε καὶ σὺ χοἰ γέροντες πρὸς δόμους πεπρωμένους
[τούσδε],
πρὶν παθεῖν ἔρξαντες: ἀρκεῖν χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν,
δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά <θ᾽ ὑβρίσαι>.
οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.
οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων: <ἐγὼ>
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶσ>.