Ancient Greek
Choral 4
Aeschylus, Ἀγαμέμνων 4.1
Not analysed yet
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει
πειθοῖ μολπᾶν
ἀλκὰν σύμφυτος αἰών:
ὅπως Ἀχαιῶν
δίθρονον κράτος, Ἑλλάδος ἥβας
ξύμφρονε ταγώ,
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς,
φανέντες ἴκταρ μελάθρων
χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισι,
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,
βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.