Ancient Greek
Choral 4
Aeschylus, Ἀγαμέμνων 4.1-2
Not analysed yet
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τ᾽ ἀρχάς:
οὕτω δ᾽ εἶπε τερᾴζων:
“ʽχρόνῳ μὲν ἀγρεῖ
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη †πρόσθε τὰ δημιοπληθῆ
Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον:
οἶον μή τις ἄγα θεόθεν κνεφά-
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν. οἴκτῳ γὰρ ἐπί-
φθονος Ἄρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι:
στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.