Ancient Greek
Choral 6
Aeschylus, Ἀγαμέμνων 6.2
Not analysed yet
λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς
τε καὶ κλόνους λογχίμους
ναυβάτας <θ᾽> ὁπλισμούς,
ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν
βέβακεν ῥίμφα διὰ πυλᾶν
ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενον
τόδ᾽ ἐννέποντες δόμων προφῆται:
“ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
ἄλγιστ᾽ ἀφημένων ἰδεῖν.
πόθῳ δ᾽ ὑπερποντίας
φάσμα δόξει δόμων ἀνάσσειν.
εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί:
ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
ἔρρει πᾶσ᾽ Ἀφροδίτα.