Ancient Greek
Choral 6
Aeschylus, Ἀγαμέμνων 6.2-2
Not analysed yet
ὀνειρόφαντοι δὲ πενθήμονες
πάρεισι δόξαι φέρου-
σαι χάριν ματαίαν.
μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
παραλλάξασα διὰ χερῶν,
βέβακεν ὄψις οὐ μεθύστερον
πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.”
τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη
τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος αἴας συνορμένοις
πένθεια τλησικάρδιος
δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ:
οὓς μὲν γάρ <τισ> ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
τεύχη καὶ σποδὸς εἰς ἑκά-
στου δόμους ἀφικνεῖται.