Ancient Greek · ~2 min
100. Γεωργὸς καὶ Πελαργός. (C. 172 et p.358. F. 76. B. 13.)
Aesopus Scr. Fab. et Aesopica, Fables 100. Γεωργὸς καὶ Πελαργός. (C. 172 et p.358. F. 76. B. 13.)
Not analysed yet
Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· ,,οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω· ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία. “Ὁ δʼ ἔφη· ,,οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετʼ αὐτῶν καὶ ἀπολέσω. “Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.